Κυριακή
24
Νοέμβριος
TOP

Γιώργος Μπαμπινιώτης: Ένα κείμενο 2.500 ετών δείχνει τη συνέχεια της ελληνικής γλώσσας

Ο επιφανής γλωσσολόγος Γιώργος Μπαμπινιώτης έρχεται να επιδείξει τη συνέχεια της ελληνικής γλώσσας σε βάθος χρόνου 2.500 ετών, με νέα ανάρτησή του στο Facebook.

Συγκεκριμένα παραθέτει τα αποσπάσματα 2.47-54 από το βιβλίο των «Ιστοριών» του Θουκυδίδη του 5ου αι. π.Χ. μέσα από το οποίο γίνεται αντιληπτή η λεξιλογική και η γραμματικοσυντακτική εξέλιξη της ελληνικής γλώσσας.

Το θέμα του λοιμού που αναπτύσσεται στο απόσπασμα και οι συνθήκες που περιγράφει ο αρχαίος Έλληνας ιστορικός μπορούν εύκολα να παραλληλιστούν με τη σημερινή πανδημία του κορωνοϊού. Ο «λοιμός των Αθηνών» (πανώλη ή τύφος του 430 π.Χ.) που ξέσπασε κατά τη διάρκεια του Πελοποννησιακού πολέμου, οδήγησε στον θάνατο το 1/4 του αθηναϊκού πληθυσμού. Περιγράφει και ο ίδιος την εμπειρία, ο οποίος προσβλήθηκε από τη νόσο του λοιμού, αλλά επέζησε.

«καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. Οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλ’ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν [πλησίαζαν], οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία. […] Ἤρξατο δὲ τὸ πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν [=Περσία] τὴν πολλήν. Ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε, καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο [< ἅπτομαι] τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπ’ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα [δηλητήρια] ἐσβεβλήκοιεν ἐς τὰ φρέατα∙ κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. Ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη […] Ἐγὼ δὲ οἷόν τε [πώς] ἐγίγνετο λέξω […], ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας. Τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενεἰας ἐτύγχανεν ὄν […] Τοὺς δὲ ἄλλους ἀπ’οὐδεμιᾶς προφάσεως, ἀλλ’ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα [αναπνοή] ἄτοπον καὶ δυσῶδες ἠφίει [< αφί(ν)ω]∙ ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ […] καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν [ωχρό] ἀλλ’ ὑπέρυθρον, πελιτνόν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκὸς [εξάνθημα]∙ τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ [πολύ] λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς [να ακουμπά επάνω] μηδ’ ἄλλο τι ἥ γυμνοὶ ἀνέχεσθαι, ἥδιστά τε ἄν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν […] τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει [δεν πλησίαζαν] ἢ γευσάμενα διεφθείρετο. τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις [εξαφάνιση] σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο [δεν τα έβλεπαν] οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος [τί συνέβαινε] διὰ τὸ ξυνδιαιτᾶσθαι [γιατί ζουν μαζί (με τους ανθρώπους)] Τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν. […] ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι. ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα [φάρμακο] ὡς εἰπεῖν ὅτι χρῆν [χρειάζεται] προσφέροντας ὠφελεῖν· τὸ γάρ τῳ ξυνενεγκὸν [κάποιον βοηθούσε] ἄλλον τοῦτο ἔβλαπτεν. […] δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία ὁπότε τις αἴσθοιτο κάμνων [ότι προσβλήθηκε] […] καὶ ὅτι ἕτερος ἀφ’ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι [μολυνόμενοι] ὥσπερ τὰ πρόβατα ἔθνῃσκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει. εἴτε γὰρ μὴ ‘θέλοιεν δεδιότες [φοβούμενοι] ἀλλήλοις προσιέναι [να πλησιάζουν], ἀπώλλυντο ἐρῆμοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ [ελλείψει] τοῦ θεραπεύσοντος· […] Ἐπίεσε δ’ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον [όχι λιγότερο] τοὺς ἐπελθόντας. οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ’ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ [λόγω τής εποχής (τού θέρους]) ἔτους διαιτωμένων ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ [ατάκτως], ἀλλὰ καὶ νεκροὶ ἐπ’ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο [κυλιόντουσαν] καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων· ὑπερβιαζομένου [πιεζόμενοι υπερβολικά] γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅτι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο [δεν λογάριαζαν] καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο [χρησιμοποιούσαν] πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο. καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων [των αναγκαίων] διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν [από αυτούς]· ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας [αυτούς που στοίβαξαν ξύλα] οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον [άναβαν], οἱ δὲ καιομένου ἄλλου ἐπιβαλόντες ἄνωθεν ὃν φέροιεν ἀπῇσαν [έφευγαν]».

www.protothema.gr